Psalms 7

<< Psalms 7 >>
Psalm 7 Greek OT: Septuagint with Diacritics
 

1ψαλμὸς τῷ δαυιδ ὃν ᾖσεν τῷ κυρίῳ ὑπὲρ τῶν λόγων χουσι υἱοῦ ιεμενι (2) κύριε ὁ θεός μου ἐπὶ σοὶ ἤλπισα σῶσόν με ἐκ πάντων τῶν διωκόντων με καὶ ῥῦσαί με

2μήποτε ἁρπάσῃ ὡς λέων τὴν ψυχήν μου μὴ ὄντος λυτρουμένου μηδὲ σῴζοντος

3κύριε ὁ θεός μου εἰ ἐποίησα τοῦτο εἰ ἔστιν ἀδικία ἐν χερσίν μου

4εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσίν μοι κακά ἀποπέσοιν ἄρα ἀπὸ τῶν ἐχθρῶν μου κενός

5καταδιώξαι ἄρα ὁ ἐχθρὸς τὴν ψυχήν μου καὶ καταλάβοι καὶ καταπατήσαι εἰς γῆν τὴν ζωήν μου καὶ τὴν δόξαν μου εἰς χοῦν κατασκηνώσαι διάψαλμα

6ἀνάστηθι κύριε ἐν ὀργῇ σου ὑψώθητι ἐν τοῖς πέρασι τῶν ἐχθρῶν μου ἐξεγέρθητι κύριε ὁ θεός μου ἐν προστάγματι ᾧ ἐνετείλω

7καὶ συναγωγὴ λαῶν κυκλώσει σε καὶ ὑπὲρ ταύτης εἰς ὕψος ἐπίστρεψον

8κύριος κρινεῖ λαούς κρῖνόν με κύριε κατὰ τὴν δικαιοσύνην μου καὶ κατὰ τὴν ἀκακίαν μου ἐπ' ἐμοί

9συντελεσθήτω δὴ πονηρία ἁμαρτωλῶν καὶ κατευθυνεῖς δίκαιον ἐτάζων καρδίας καὶ νεφροὺς ὁ θεός

10δικαία ἡ βοήθειά μου παρὰ τοῦ θεοῦ τοῦ σῴζοντος τοὺς εὐθεῖς τῇ καρδίᾳ

11ὁ θεὸς κριτὴς δίκαιος καὶ ἰσχυρὸς καὶ μακρόθυμος μὴ ὀργὴν ἐπάγων καθ' ἑκάστην ἡμέραν

12ἐὰν μὴ ἐπιστραφῆτε τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει τὸ τόξον αὐτοῦ ἐνέτεινεν καὶ ἡτοίμασεν αὐτὸ

13καὶ ἐν αὐτῷ ἡτοίμασεν σκεύη θανάτου τὰ βέλη αὐτοῦ τοῖς καιομένοις ἐξειργάσατο

14ἰδοὺ ὠδίνησεν ἀδικίαν συνέλαβεν πόνον καὶ ἔτεκεν ἀνομίαν

15λάκκον ὤρυξεν καὶ ἀνέσκαψεν αὐτὸν καὶ ἐμπεσεῖται εἰς βόθρον ὃν εἰργάσατο

16ἐπιστρέψει ὁ πόνος αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ καὶ ἐπὶ κορυφὴν αὐτοῦ ἡ ἀδικία αὐτοῦ καταβήσεται

17ἐξομολογήσομαι κυρίῳ κατὰ τὴν δικαιοσύνην αὐτοῦ καὶ ψαλῶ τῷ ὀνόματι κυρίου τοῦ ὑψίστου


<< Psalm 7 >>
The Septuagint / LXX / Greek Old Testament has been made available through the hard work of several organizations, including the University of Pensylvania CCAT, German Bible Society, and Unbound Bible. The text has been made available for scholarly, non-commercial applications. Please see the complete user declaration.

For comparative study, where possible, chapter and verse numbers on Biblos.com sites are mapped to the traditional convention used by the KJV, NASB, NIV and others.

Biblos.com Online Bible