
<< Psalms 54 >> Psalm 54 Greek OT: Septuagint with Diacritics | |
1 εἰς τὸ τέλος ἐν ὕμνοις συνέσεως τῷ δαυιδ (2) ἐν τῷ ἐλθεῖν τοὺς ζιφαίους καὶ εἰπεῖν τῷ σαουλ οὐκ ἰδοὺ δαυιδ κέκρυπται παρ' ἡμῖν (3) ὁ θεός ἐν τῷ ὀνόματί σου σῶσόν με καὶ ἐν τῇ δυνάμει σου κρῖνόν με
2 ὁ θεός εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὰ ῥήματα τοῦ στόματός μου
3 ὅτι ἀλλότριοι ἐπανέστησαν ἐπ' ἐμέ καὶ κραταιοὶ ἐζήτησαν τὴν ψυχήν μου οὐ προέθεντο τὸν θεὸν ἐνώπιον αὐτῶν διάψαλμα
4 ἰδοὺ γὰρ ὁ θεὸς βοηθεῖ μοι καὶ ὁ κύριος ἀντιλήμπτωρ τῆς ψυχῆς μου
5 ἀποστρέψει τὰ κακὰ τοῖς ἐχθροῖς μου ἐν τῇ ἀληθείᾳ σου ἐξολέθρευσον αὐτούς
6 ἑκουσίως θύσω σοι ἐξομολογήσομαι τῷ ὀνόματί σου κύριε ὅτι ἀγαθόν
7 ὅτι ἐκ πάσης θλίψεως ἐρρύσω με καὶ ἐν τοῖς ἐχθροῖς μου ἐπεῖδεν ὁ ὀφθαλμός μου
|