
<< Psalms 133 >> Psalm 133 Greek OT: Septuagint with Diacritics | |
1 ᾠδὴ τῶν ἀναβαθμῶν τῷ δαυιδ ἰδοὺ δὴ τί καλὸν ἢ τί τερπνὸν ἀλλ' ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό
2 ὡς μύρον ἐπὶ κεφαλῆς τὸ καταβαῖνον ἐπὶ πώγωνα τὸν πώγωνα τὸν ααρων τὸ καταβαῖνον ἐπὶ τὴν ᾤαν τοῦ ἐνδύματος αὐτοῦ
3 ὡς δρόσος αερμων ἡ καταβαίνουσα ἐπὶ τὰ ὄρη σιων ὅτι ἐκεῖ ἐνετείλατο κύριος τὴν εὐλογίαν καὶ ζωὴν ἕως τοῦ αἰῶνος
|