
<< Psalms 114 >> Psalm 114 Greek OT: Septuagint with Diacritics | |
1 αλληλουια ἐν ἐξόδῳ ισραηλ ἐξ αἰγύπτου οἴκου ιακωβ ἐκ λαοῦ βαρβάρου
2 ἐγενήθη ιουδαία ἁγίασμα αὐτοῦ ισραηλ ἐξουσία αὐτοῦ
3 ἡ θάλασσα εἶδεν καὶ ἔφυγεν ὁ ιορδάνης ἐστράφη εἰς τὰ ὀπίσω
4 τὰ ὄρη ἐσκίρτησαν ὡσεὶ κριοὶ καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων
5 τί σοί ἐστιν θάλασσα ὅτι ἔφυγες καὶ σοί ιορδάνη ὅτι ἀνεχώρησας εἰς τὰ ὀπίσω
6 τὰ ὄρη ὅτι ἐσκιρτήσατε ὡσεὶ κριοί καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων
7 ἀπὸ προσώπου κυρίου ἐσαλεύθη ἡ γῆ ἀπὸ προσώπου τοῦ θεοῦ ιακωβ
8 τοῦ στρέψαντος τὴν πέτραν εἰς λίμνας ὑδάτων καὶ τὴν ἀκρότομον εἰς πηγὰς ὑδάτων
|