Numbers 17

<< Numbers 17 >>
Numbers 17 Greek OT: Septuagint with Diacritics
 

1 καὶ ἐλάλησεν κύριος πρὸς μωυσῆν λέγων 2 λάλησον τοῖς υἱοῖς ισραηλ καὶ λαβὲ παρ' αὐτῶν ῥάβδον ῥάβδον κατ' οἴκους πατριῶν παρὰ πάντων τῶν ἀρχόντων αὐτῶν κατ' οἴκους πατριῶν αὐτῶν δώδεκα ῥάβδους καὶ ἑκάστου τὸ ὄνομα αὐτοῦ ἐπίγραψον ἐπὶ τῆς ῥάβδου αὐτοῦ 3 καὶ τὸ ὄνομα ααρων ἐπίγραψον ἐπὶ τῆς ῥάβδου λευι ἔστιν γὰρ ῥάβδος μία κατὰ φυλὴν οἴκου πατριῶν αὐτῶν δώσουσιν 4 καὶ θήσεις αὐτὰς ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου κατέναντι τοῦ μαρτυρίου ἐν οἷς γνωσθήσομαί σοι ἐκεῖ 5 καὶ ἔσται ὁ ἄνθρωπος ὃν ἐὰν ἐκλέξωμαι αὐτόν ἡ ῥάβδος αὐτοῦ ἐκβλαστήσει καὶ περιελῶ ἀπ' ἐμοῦ τὸν γογγυσμὸν τῶν υἱῶν ισραηλ ἃ αὐτοὶ γογγύζουσιν ἐφ' ὑμῖν 6 καὶ ἐλάλησεν μωυσῆς τοῖς υἱοῖς ισραηλ καὶ ἔδωκαν αὐτῷ πάντες οἱ ἄρχοντες αὐτῶν ῥάβδον τῷ ἄρχοντι τῷ ἑνὶ ῥάβδον κατὰ ἄρχοντα κατ' οἴκους πατριῶν αὐτῶν δώδεκα ῥάβδους καὶ ἡ ῥάβδος ααρων ἀνὰ μέσον τῶν ῥάβδων αὐτῶν 7 καὶ ἀπέθηκεν μωυσῆς τὰς ῥάβδους ἔναντι κυρίου ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου

8 καὶ ἐγένετο τῇ ἐπαύριον καὶ εἰσῆλθεν μωυσῆς καὶ ααρων εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ ἰδοὺ ἐβλάστησεν ἡ ῥάβδος ααρων εἰς οἶκον λευι καὶ ἐξήνεγκεν βλαστὸν καὶ ἐξήνθησεν ἄνθη καὶ ἐβλάστησεν κάρυα 9 καὶ ἐξήνεγκεν μωυσῆς πάσας τὰς ῥάβδους ἀπὸ προσώπου κυρίου πρὸς πάντας υἱοὺς ισραηλ καὶ εἶδον καὶ ἔλαβον ἕκαστος τὴν ῥάβδον αὐτοῦ 10 καὶ εἶπεν κύριος πρὸς μωυσῆν ἀπόθες τὴν ῥάβδον ααρων ἐνώπιον τῶν μαρτυρίων εἰς διατήρησιν σημεῖον τοῖς υἱοῖς τῶν ἀνηκόων καὶ παυσάσθω ὁ γογγυσμὸς αὐτῶν ἀπ' ἐμοῦ καὶ οὐ μὴ ἀποθάνωσιν 11 καὶ ἐποίησεν μωυσῆς καὶ ααρων καθὰ συνέταξεν κύριος τῷ μωυσῇ οὕτως ἐποίησαν

12 καὶ εἶπαν οἱ υἱοὶ ισραηλ πρὸς μωυσῆν λέγοντες ἰδοὺ ἐξανηλώμεθα ἀπολώλαμεν παρανηλώμεθα 13 πᾶς ὁ ἁπτόμενος τῆς σκηνῆς κυρίου ἀποθνῄσκει ἕως εἰς τέλος ἀποθάνωμεν


<< Numbers 17 >>
The Septuagint / LXX / Greek Old Testament has been made available through the hard work of several organizations, including the University of Pensylvania CCAT, German Bible Society, and Unbound Bible. The text has been made available for scholarly, non-commercial applications. Please see the complete user declaration.

For comparative study, where possible, chapter and verse numbers on Biblos.com sites are mapped to the traditional convention used by the KJV, NASB, NIV and others.

Biblos.com Online Bible