Joshua 16

<< Joshua 16 >>
Joshua 16 Greek OT: Septuagint with Diacritics
 

1 καὶ ἐγένετο τὰ ὅρια υἱῶν ιωσηφ ἀπὸ τοῦ ιορδάνου τοῦ κατὰ ιεριχω ἀπ' ἀνατολῶν καὶ ἀναβήσεται ἀπὸ ιεριχω εἰς τὴν ὀρεινὴν τὴν ἔρημον εἰς βαιθηλ λουζα 2 καὶ ἐξελεύσεται εἰς βαιθηλ καὶ παρελεύσεται ἐπὶ τὰ ὅρια τοῦ χαταρωθι 3 καὶ διελεύσεται ἐπὶ τὴν θάλασσαν ἐπὶ τὰ ὅρια απταλιμ ἕως τῶν ὁρίων βαιθωρων τὴν κάτω καὶ ἔσται ἡ διέξοδος αὐτῶν ἐπὶ τὴν θάλασσαν

4 καὶ ἐκληρονόμησαν οἱ υἱοὶ ιωσηφ εφραιμ καὶ μανασση 5 καὶ ἐγενήθη ὅρια υἱῶν εφραιμ κατὰ δήμους αὐτῶν καὶ ἐγενήθη τὰ ὅρια τῆς κληρονομίας αὐτῶν ἀπὸ ἀνατολῶν αταρωθ καὶ εροκ ἕως βαιθωρων τὴν ἄνω καὶ γαζαρα 6 καὶ διελεύσεται τὰ ὅρια ἐπὶ τὴν θάλασσαν εἰς ικασμων ἀπὸ βορρᾶ θερμα περιελεύσεται ἐπὶ ἀνατολὰς εἰς θηνασα καὶ σελλησα καὶ παρελεύσεται ἀπ' ἀνατολῶν εἰς ιανωκα 7 καὶ εἰς μαχω καὶ αταρωθ καὶ αἱ κῶμαι αὐτῶν καὶ ἐλεύσεται ἐπὶ ιεριχω καὶ διεκβαλεῖ ἐπὶ τὸν ιορδάνην 8 καὶ ἀπὸ ταφου πορεύσεται τὰ ὅρια ἐπὶ θάλασσαν ἐπὶ χελκανα καὶ ἔσται ἡ διέξοδος αὐτῶν ἐπὶ θάλασσαν αὕτη ἡ κληρονομία φυλῆς εφραιμ κατὰ δήμους αὐτῶν 9 καὶ αἱ πόλεις αἱ ἀφορισθεῖσαι τοῖς υἱοῖς εφραιμ ἀνὰ μέσον τῆς κληρονομίας υἱῶν μανασση πᾶσαι αἱ πόλεις καὶ αἱ κῶμαι αὐτῶν 10 καὶ οὐκ ἀπώλεσεν εφραιμ τὸν χαναναῖον τὸν κατοικοῦντα ἐν γαζερ καὶ κατῴκει ὁ χαναναῖος ἐν τῷ εφραιμ ἕως τῆς ἡμέρας ταύτης ἕως ἀνέβη φαραω βασιλεὺς αἰγύπτου καὶ ἔλαβεν αὐτὴν καὶ ἐνέπρησεν αὐτὴν ἐν πυρί καὶ τοὺς χαναναίους καὶ τοὺς φερεζαίους καὶ τοὺς κατοικοῦντας ἐν γαζερ ἐξεκέντησαν καὶ ἔδωκεν αὐτὴν φαραω ἐν φερνῇ τῇ θυγατρὶ αὐτοῦ


<< Joshua 16 >>
The Septuagint / LXX / Greek Old Testament has been made available through the hard work of several organizations, including the University of Pensylvania CCAT, German Bible Society, and Unbound Bible. The text has been made available for scholarly, non-commercial applications. Please see the complete user declaration.

For comparative study, where possible, chapter and verse numbers on Biblos.com sites are mapped to the traditional convention used by the KJV, NASB, NIV and others.

Biblos.com Online Bible