Joshua 12
Swete's Septuagint ABP ▾  HEB ▾ 

List of Kings Defeated by Moses

1Καὶ οὗτοι οἱ βασιλεῖς τῆς γῆς οὓς ἀνεῖλον οἱ υἱοὶ Ἰσρηὰλ καὶ κατεκληρονόμησαν τὴν γῆν αὐτῶν πέραν τοῦ Ἰορδάνου ἀφ᾽ ἡλίου ἀνατολῶν, ἀπὸ φάραγγος Ἀρνὼν ἕως τοῦ ὄρους Ἁερμών, καὶ πᾶσαν τὴν γῆν Ἁραβὰ ἀπ᾽ ἀνατολῶν· 2Σηὼν τὸν βασιλέα τῶν Ἁμορραίων, ὃς κατῴκει ἐν Ἐσεβών, κυριεύων ἀπὸ Ἀρνών, ἥ ἐστιν ἐν τῇ φάραγγι κατὰ μέρος τῆς φάραγγος, καὶ τὸ ἥμισυ τῆς Γαλαὰδ ἕως Ἰαβόκ, ὅρια υἱῶν Ἀμμών, 3καὶ Ἀραβὰ ἕως τῆς θαλάσσης Χενέρεθ κατ᾽ ἀνατολὰς καὶ ἕως τῆς θαλάσσης Ἀραβά, θάλασσαν τῶν ἁλῶν ἀπὸ ἀνατολῶν ὁδὸν τὴν κατὰ Ἁσειμώθ, ἀπὸ Θαιμὰν τὴν ὑπὸ Μηδὼθ Φασγά· 4καὶ Ὢγ βασιλεὺς Βασὰ ὑπελείφθη ἐκ τῶν γιγάντων, ὁ κατοικῶν ἐν Ἀσταρὼθ καὶ ἐν Ἐδράειν, 5ἄρχων ἀπὸ ὄρους Ἁερμὼν καὶ ἀπὸ Σεκχαί, καὶ πᾶσαν τὴν Βασὰν ἕως ὁρίων Γεργεσεὶ καὶ τὴν Μαχεὶ καὶ τὸ ἥμισυ Γαλαάδ, ὁρίων Σηὼν βασιλέως Ἑσεβών. 6Μωυσῆς ὁ παῖς Κυρίου καὶ οἱ υἱοὶ Ἰσραὴλ ἐπάταξαν αὐτούς· καὶ ἔδωκεν αὐτὴν Μωυσῆς ἐν κληρονομίᾳ Ῥουβὴν καὶ Γὰδ καὶ τῷ ἡμίσει φυλῆς Μανασσή.

List of Kings Defeated by Joshua

7Καὶ οὗτοι οἱ βασιλεῖς τῶν Ἀμορραίων οὓς ἀνεῖλεν Ἰησοῦς καὶ οἱ υἱοὶ Ἰσραὴλ ἐν τῷ πέραν τοῦ Ἰορδάνου παρὰ θάλασσαν Βαλαγαδὰ ἐν πεδίῳ Λιβάνῳ καὶ ἕως τοῦ ὄρους Χελχὰ ἀναβαινόντων εἰς Σηείρ, καὶ ἔδωκεν αὐτὸν Ἰησοῦς ταῖς φυλαῖς Ἰσραὴλ κληρονομεῖν κατὰ κλῆρον αὐτῶν, 8ἐν τῷ ὄρει καὶ ἐν τῷ πεδίῳ καὶ ἐν Ἀραβὰ καὶ ἐν Ἀσηδὼθ καὶ ἐν τῇ ἐρήμῳ καὶ Νάγεβ, τὸν Χετταῖον καὶ τὸν Ἀμορραῖον καὶ τὸν Χαναναῖον καὶ τὸν Φερεζαῖον καὶ τὸν Εὑαῖον καὶ τὸν Ἰεβουσαῖον· 9καὶ τὸν βασιλέα Ἰερειχὼ καὶ τὸν βασιλέα τῆς Γαί, ἥ ἐστιν πλησίον Βαιθήλ, 10βασιλέα Ἰερουσαλήμ, βασιλέα Χεβρών, 11βασιλέα Ἰερειμούθ, βασιλέα Λαχείς, 12βασιλέα Αἰλάμ, ⸆ βασιλέα Γάζερ, 13βασιλέα Δαβείρ, βασιλέα Ἄσει, 14βασιλέα Ἑρμάθ, βασιλέα Αἰράθ, βασιλέα Ἀράθ, 15βασιλέα Λεβνά, βασιλέα Ὀδολλάμ, 16βασιλέα Ἠλάδ, 17βασιλέα Ἀταφόυτ, βασιλέα Ὅφερ, 18βασιλέα Ὀφὲκ τῆς Ἀρώκ, 19βασιλέα Ἁσόμ, 20βασιλέα Συμοών, βασιλέα Μαμρώθ, βασιλέα Ἀζείφ, 21βασιλέα Κάδης, βασιλέα Ζακάχ, βασιλέα Μαρεδὼθ καὶ βασιλέα Ἰεκὸμ τοῦ Χερμέλ, 22 23βασιλέα Ἐλδὼμ τοῦ Φεννεδδώρ, βασιλέα Γεεὶ τῆς Γαλειλαίας, 24βασιλέα Θαρσά· πάντες οὗτοι βασιλεῖς εἴκοσι ἐννέα.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

Joshua 11
Top of Page
Top of Page