Jeremiah 39

<< Jeremiah 39 >>
Jeremiah 39 Greek OT: Septuagint with Diacritics
 

1καὶ ἐγένετο ἐν τῷ ἔτει τῷ ἐνάτῳ τοῦ σεδεκια βασιλέως ιουδα ἐν τῷ μηνὶ τῷ δεκάτῳ παρεγένετο ναβουχοδονοσορ βασιλεὺς βαβυλῶνος καὶ πᾶσα ἡ δύναμις αὐτοῦ ἐπὶ ιερουσαλημ καὶ ἐπολιόρκουν αὐτήν 2καὶ ἐν τῷ ἑνδεκάτῳ ἔτει τοῦ σεδεκια ἐν τῷ μηνὶ τῷ τετάρτῳ ἐνάτῃ τοῦ μηνὸς ἐρράγη ἡ πόλις 3καὶ εἰσῆλθον πάντες οἱ ἡγεμόνες βασιλέως βαβυλῶνος καὶ ἐκάθισαν ἐν πύλῃ τῇ μέσῃ ναργαλασαρ καὶ σαμαγωθ καὶ ναβουσαχαρ καὶ ναβουσαρις καὶ ναγαργασνασερ ραβαμαγ καὶ οἱ κατάλοιποι ἡγεμόνες βασιλέως βαβυλῶνος 4 5 6 7 8 9 10

11 12 13 14καὶ ἀπέστειλαν καὶ ἔλαβον τὸν ιερεμιαν ἐξ αὐλῆς τῆς φυλακῆς καὶ ἔδωκαν αὐτὸν πρὸς τὸν γοδολιαν υἱὸν αχικαμ υἱοῦ σαφαν καὶ ἐξήγαγον αὐτόν καὶ ἐκάθισεν ἐν μέσῳ τοῦ λαοῦ

15καὶ πρὸς ιερεμιαν ἐγένετο λόγος κυρίου ἐν τῇ αὐλῇ τῆς φυλακῆς λέγων 16πορεύου καὶ εἰπὸν πρὸς αβδεμελεχ τὸν αἰθίοπα οὕτως εἶπεν κύριος ὁ θεὸς ισραηλ ἰδοὺ ἐγὼ φέρω τοὺς λόγους μου ἐπὶ τὴν πόλιν ταύτην εἰς κακὰ καὶ οὐκ εἰς ἀγαθά 17καὶ σώσω σε ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ οὐ μὴ δώσω σε εἰς χεῖρας τῶν ἀνθρώπων ὧν σὺ φοβῇ ἀπὸ προσώπου αὐτῶν 18ὅτι σῴζων σώσω σε καὶ ἐν ῥομφαίᾳ οὐ μὴ πέσῃς καὶ ἔσται ἡ ψυχή σου εἰς εὕρεμα ὅτι ἐπεποίθεις ἐπ' ἐμοί φησὶν κύριος


<< Jeremiah 39 >>
The Septuagint / LXX / Greek Old Testament has been made available through the hard work of several organizations, including the University of Pensylvania CCAT, German Bible Society, and Unbound Bible. The text has been made available for scholarly, non-commercial applications. Please see the complete user declaration.

For comparative study, where possible, chapter and verse numbers on Biblos.com sites are mapped to the traditional convention used by the KJV, NASB, NIV and others.

Biblos.com Online Bible