Isaiah 39

<< Isaiah 39 >>
Isaiah 39 Greek OT: Septuagint with Diacritics
 

1ἐν τῷ καιρῷ ἐκείνῳ ἀπέστειλεν μαρωδαχ υἱὸς τοῦ λααδαν ὁ βασιλεὺς τῆς βαβυλωνίας ἐπιστολὰς καὶ πρέσβεις καὶ δῶρα εζεκια ἤκουσεν γὰρ ὅτι ἐμαλακίσθη ἕως θανάτου καὶ ἀνέστη 2καὶ ἐχάρη ἐπ' αὐτοῖς εζεκιας χαρὰν μεγάλην καὶ ἔδειξεν αὐτοῖς τὸν οἶκον τοῦ νεχωθα καὶ τῆς στακτῆς καὶ τῶν θυμιαμάτων καὶ τοῦ μύρου καὶ τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου καὶ πάντας τοὺς οἴκους τῶν σκευῶν τῆς γάζης καὶ πάντα ὅσα ἦν ἐν τοῖς θησαυροῖς αὐτοῦ καὶ οὐκ ἦν οὐθέν ὃ οὐκ ἔδειξεν εζεκιας ἐν τῷ οἴκῳ αὐτοῦ 3καὶ ἦλθεν ησαιας ὁ προφήτης πρὸς τὸν βασιλέα εζεκιαν καὶ εἶπεν πρὸς αὐτόν τί λέγουσιν οἱ ἄνθρωποι οὗτοι καὶ πόθεν ἥκασιν πρὸς σέ καὶ εἶπεν εζεκιας ἐκ γῆς πόρρωθεν ἥκασιν πρός με ἐκ βαβυλῶνος 4καὶ εἶπεν ησαιας τί εἴδοσαν ἐν τῷ οἴκῳ σου καὶ εἶπεν εζεκιας πάντα τὰ ἐν τῷ οἴκῳ μου εἴδοσαν καὶ οὐκ ἔστιν ἐν τῷ οἴκῳ μου ὃ οὐκ εἴδοσαν ἀλλὰ καὶ τὰ ἐν τοῖς θησαυροῖς μου

5καὶ εἶπεν αὐτῷ ησαιας ἄκουσον τὸν λόγον κυρίου σαβαωθ 6ἰδοὺ ἡμέραι ἔρχονται λέγει κύριος καὶ λήμψονται πάντα τὰ ἐν τῷ οἴκῳ σου καὶ ὅσα συνήγαγον οἱ πατέρες σου ἕως τῆς ἡμέρας ταύτης εἰς βαβυλῶνα ἥξει καὶ οὐδὲν οὐ μὴ καταλίπωσιν εἶπεν δὲ ὁ θεὸς 7ὅτι καὶ ἀπὸ τῶν τέκνων σου ὧν ἐγέννησας λήμψονται καὶ ποιήσουσιν σπάδοντας ἐν τῷ οἴκῳ τοῦ βασιλέως τῶν βαβυλωνίων 8καὶ εἶπεν εζεκιας πρὸς ησαιαν ἀγαθὸς ὁ λόγος κυρίου ὃν ἐλάλησεν γενέσθω δὴ εἰρήνη καὶ δικαιοσύνη ἐν ταῖς ἡμέραις μου .


<< Isaiah 39 >>
The Septuagint / LXX / Greek Old Testament has been made available through the hard work of several organizations, including the University of Pensylvania CCAT, German Bible Society, and Unbound Bible. The text has been made available for scholarly, non-commercial applications. Please see the complete user declaration.

For comparative study, where possible, chapter and verse numbers on Biblos.com sites are mapped to the traditional convention used by the KJV, NASB, NIV and others.

Biblos.com Online Bible