Exodus 39

<< Exodus 39 >>
Exodus 39 Greek OT: Septuagint with Diacritics
 

1πᾶν τὸ χρυσίον ὃ κατειργάσθη εἰς τὰ ἔργα κατὰ πᾶσαν τὴν ἐργασίαν τῶν ἁγίων ἐγένετο χρυσίου τοῦ τῆς ἀπαρχῆς ἐννέα καὶ εἴκοσι τάλαντα καὶ ἑπτακόσιοι εἴκοσι σίκλοι κατὰ τὸν σίκλον τὸν ἅγιον

2καὶ ἀργυρίου ἀφαίρεμα παρὰ τῶν ἐπεσκεμμένων ἀνδρῶν τῆς συναγωγῆς ἑκατὸν τάλαντα καὶ χίλιοι ἑπτακόσιοι ἑβδομήκοντα πέντε σίκλοι 3δραχμὴ μία τῇ κεφαλῇ τὸ ἥμισυ τοῦ σίκλου κατὰ τὸν σίκλον τὸν ἅγιον πᾶς ὁ παραπορευόμενος τὴν ἐπίσκεψιν ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω εἰς τὰς ἑξήκοντα μυριάδας καὶ τρισχίλιοι πεντακόσιοι καὶ πεντήκοντα 4καὶ ἐγενήθη τὰ ἑκατὸν τάλαντα τοῦ ἀργυρίου εἰς τὴν χώνευσιν τῶν ἑκατὸν κεφαλίδων τῆς σκηνῆς καὶ εἰς τὰς κεφαλίδας τοῦ καταπετάσματος ἑκατὸν κεφαλίδες εἰς τὰ ἑκατὸν τάλαντα τάλαντον τῇ κεφαλίδι 5καὶ τοὺς χιλίους ἑπτακοσίους ἑβδομήκοντα πέντε σίκλους ἐποίησαν εἰς τὰς ἀγκύλας τοῖς στύλοις καὶ κατεχρύσωσεν τὰς κεφαλίδας αὐτῶν καὶ κατεκόσμησεν αὐτούς

6καὶ ὁ χαλκὸς τοῦ ἀφαιρέματος ἑβδομήκοντα τάλαντα καὶ χίλιοι πεντακόσιοι σίκλοι 7καὶ ἐποίησεν ἐξ αὐτοῦ τὰς βάσεις τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου

8καὶ τὰς βάσεις τῆς αὐλῆς κύκλῳ καὶ τὰς βάσεις τῆς πύλης τῆς αὐλῆς καὶ τοὺς πασσάλους τῆς σκηνῆς καὶ τοὺς πασσάλους τῆς αὐλῆς κύκλῳ 9καὶ τὸ παράθεμα τὸ χαλκοῦν τοῦ θυσιαστηρίου καὶ πάντα τὰ σκεύη τοῦ θυσιαστηρίου καὶ πάντα τὰ ἐργαλεῖα τῆς σκηνῆς τοῦ μαρτυρίου 10καὶ ἐποίησαν οἱ υἱοὶ ισραηλ καθὰ συνέταξεν κύριος τῷ μωυσῇ οὕτως ἐποίησαν 11τὸ δὲ λοιπὸν χρυσίον τοῦ ἀφαιρέματος ἐποίησαν σκεύη εἰς τὸ λειτουργεῖν ἐν αὐτοῖς ἔναντι κυρίου 12καὶ τὴν καταλειφθεῖσαν ὑάκινθον καὶ πορφύραν καὶ τὸ κόκκινον ἐποίησαν στολὰς λειτουργικὰς ααρων ὥστε λειτουργεῖν ἐν αὐταῖς ἐν τῷ ἁγίῳ 13καὶ ἤνεγκαν τὰς στολὰς πρὸς μωυσῆν καὶ τὴν σκηνὴν καὶ τὰ σκεύη αὐτῆς καὶ τὰς βάσεις καὶ τοὺς μοχλοὺς αὐτῆς καὶ τοὺς στύλους 14καὶ τὴν κιβωτὸν τῆς διαθήκης καὶ τοὺς διωστῆρας αὐτῆς 15καὶ τὸ θυσιαστήριον καὶ πάντα τὰ σκεύη αὐτοῦ καὶ τὸ ἔλαιον τῆς χρίσεως καὶ τὸ θυμίαμα τῆς συνθέσεως 16καὶ τὴν λυχνίαν τὴν καθαρὰν καὶ τοὺς λύχνους αὐτῆς λύχνους τῆς καύσεως καὶ τὸ ἔλαιον τοῦ φωτὸς 17καὶ τὴν τράπεζαν τῆς προθέσεως καὶ πάντα τὰ αὐτῆς σκεύη καὶ τοὺς ἄρτους τοὺς προκειμένους 18καὶ τὰς στολὰς τοῦ ἁγίου αἵ εἰσιν ααρων καὶ τὰς στολὰς τῶν υἱῶν αὐτοῦ εἰς τὴν ἱερατείαν 19καὶ τὰ ἱστία τῆς αὐλῆς καὶ τοὺς στύλους καὶ τὸ καταπέτασμα τῆς θύρας τῆς σκηνῆς καὶ τῆς πύλης τῆς αὐλῆς καὶ πάντα τὰ σκεύη τῆς σκηνῆς καὶ πάντα τὰ ἐργαλεῖα αὐτῆς 20καὶ τὰς διφθέρας δέρματα κριῶν ἠρυθροδανωμένα καὶ τὰ καλύμματα δέρματα ὑακίνθινα καὶ τῶν λοιπῶν τὰ ἐπικαλύμματα 21καὶ τοὺς πασσάλους καὶ πάντα τὰ ἐργαλεῖα τὰ εἰς τὰ ἔργα τῆς σκηνῆς τοῦ μαρτυρίου

22ὅσα συνέταξεν κύριος τῷ μωυσῇ οὕτως ἐποίησαν οἱ υἱοὶ ισραηλ πᾶσαν τὴν ἀποσκευήν 23καὶ εἶδεν μωυσῆς πάντα τὰ ἔργα καὶ ἦσαν πεποιηκότες αὐτὰ ὃν τρόπον συνέταξεν κύριος τῷ μωυσῇ οὕτως ἐποίησαν αὐτά καὶ εὐλόγησεν αὐτοὺς μωυσῆς 24 25 26

27 28 29

30 31

32 33 34 35 36 37 38 39 40 41 42 43


<< Exodus 39 >>
The Septuagint / LXX / Greek Old Testament has been made available through the hard work of several organizations, including the University of Pensylvania CCAT, German Bible Society, and Unbound Bible. The text has been made available for scholarly, non-commercial applications. Please see the complete user declaration.

For comparative study, where possible, chapter and verse numbers on Biblos.com sites are mapped to the traditional convention used by the KJV, NASB, NIV and others.

Biblos.com Online Bible