Exodus 1

<< Exodus 1 >>
Exodus 1 Greek OT: Septuagint with Diacritics
 

1ταῦτα τὰ ὀνόματα τῶν υἱῶν ισραηλ τῶν εἰσπεπορευμένων εἰς αἴγυπτον ἅμα ιακωβ τῷ πατρὶ αὐτῶν ἕκαστος πανοικίᾳ αὐτῶν εἰσήλθοσαν 2ρουβην συμεων λευι ιουδας 3ισσαχαρ ζαβουλων καὶ βενιαμιν 4δαν καὶ νεφθαλι γαδ καὶ ασηρ 5ιωσηφ δὲ ἦν ἐν αἰγύπτῳ ἦσαν δὲ πᾶσαι ψυχαὶ ἐξ ιακωβ πέντε καὶ ἑβδομήκοντα 6ἐτελεύτησεν δὲ ιωσηφ καὶ πάντες οἱ ἀδελφοὶ αὐτοῦ καὶ πᾶσα ἡ γενεὰ ἐκείνη 7οἱ δὲ υἱοὶ ισραηλ ηὐξήθησαν καὶ ἐπληθύνθησαν καὶ χυδαῖοι ἐγένοντο καὶ κατίσχυον σφόδρα σφόδρα ἐπλήθυνεν δὲ ἡ γῆ αὐτούς

8ἀνέστη δὲ βασιλεὺς ἕτερος ἐπ' αἴγυπτον ὃς οὐκ ᾔδει τὸν ιωσηφ 9εἶπεν δὲ τῷ ἔθνει αὐτοῦ ἰδοὺ τὸ γένος τῶν υἱῶν ισραηλ μέγα πλῆθος καὶ ἰσχύει ὑπὲρ ἡμᾶς 10δεῦτε οὖν κατασοφισώμεθα αὐτούς μήποτε πληθυνθῇ καί ἡνίκα ἂν συμβῇ ἡμῖν πόλεμος προστεθήσονται καὶ οὗτοι πρὸς τοὺς ὑπεναντίους καὶ ἐκπολεμήσαντες ἡμᾶς ἐξελεύσονται ἐκ τῆς γῆς 11καὶ ἐπέστησεν αὐτοῖς ἐπιστάτας τῶν ἔργων ἵνα κακώσωσιν αὐτοὺς ἐν τοῖς ἔργοις καὶ ᾠκοδόμησαν πόλεις ὀχυρὰς τῷ φαραω τήν τε πιθωμ καὶ ραμεσση καὶ ων ἥ ἐστιν ἡλίου πόλις 12καθότι δὲ αὐτοὺς ἐταπείνουν τοσούτῳ πλείους ἐγίνοντο καὶ ἴσχυον σφόδρα σφόδρα καὶ ἐβδελύσσοντο οἱ αἰγύπτιοι ἀπὸ τῶν υἱῶν ισραηλ 13καὶ κατεδυνάστευον οἱ αἰγύπτιοι τοὺς υἱοὺς ισραηλ βίᾳ 14καὶ κατωδύνων αὐτῶν τὴν ζωὴν ἐν τοῖς ἔργοις τοῖς σκληροῖς τῷ πηλῷ καὶ τῇ πλινθείᾳ καὶ πᾶσι τοῖς ἔργοις τοῖς ἐν τοῖς πεδίοις κατὰ πάντα τὰ ἔργα ὧν κατεδουλοῦντο αὐτοὺς μετὰ βίας

15καὶ εἶπεν ὁ βασιλεὺς τῶν αἰγυπτίων ταῖς μαίαις τῶν εβραίων τῇ μιᾷ αὐτῶν ᾗ ὄνομα σεπφωρα καὶ τὸ ὄνομα τῆς δευτέρας φουα 16καὶ εἶπεν ὅταν μαιοῦσθε τὰς εβραίας καὶ ὦσιν πρὸς τῷ τίκτειν ἐὰν μὲν ἄρσεν ᾖ ἀποκτείνατε αὐτό ἐὰν δὲ θῆλυ περιποιεῖσθε αὐτό 17ἐφοβήθησαν δὲ αἱ μαῖαι τὸν θεὸν καὶ οὐκ ἐποίησαν καθότι συνέταξεν αὐταῖς ὁ βασιλεὺς αἰγύπτου καὶ ἐζωογόνουν τὰ ἄρσενα 18ἐκάλεσεν δὲ ὁ βασιλεὺς αἰγύπτου τὰς μαίας καὶ εἶπεν αὐταῖς τί ὅτι ἐποιήσατε τὸ πρᾶγμα τοῦτο καὶ ἐζωογονεῖτε τὰ ἄρσενα 19εἶπαν δὲ αἱ μαῖαι τῷ φαραω οὐχ ὡς γυναῖκες αἰγύπτου αἱ εβραῖαι τίκτουσιν γὰρ πρὶν ἢ εἰσελθεῖν πρὸς αὐτὰς τὰς μαίας καὶ ἔτικτον 20εὖ δὲ ἐποίει ὁ θεὸς ταῖς μαίαις καὶ ἐπλήθυνεν ὁ λαὸς καὶ ἴσχυεν σφόδρα 21ἐπειδὴ ἐφοβοῦντο αἱ μαῖαι τὸν θεόν ἐποίησαν ἑαυταῖς οἰκίας 22συνέταξεν δὲ φαραω παντὶ τῷ λαῷ αὐτοῦ λέγων πᾶν ἄρσεν ὃ ἐὰν τεχθῇ τοῖς εβραίοις εἰς τὸν ποταμὸν ῥίψατε καὶ πᾶν θῆλυ ζωογονεῖτε αὐτό


<< Exodus 1 >>
The Septuagint / LXX / Greek Old Testament has been made available through the hard work of several organizations, including the University of Pensylvania CCAT, German Bible Society, and Unbound Bible. The text has been made available for scholarly, non-commercial applications. Please see the complete user declaration.

For comparative study, where possible, chapter and verse numbers on Biblos.com sites are mapped to the traditional convention used by the KJV, NASB, NIV and others.

Biblos.com Online Bible