Deuteronomy 34

<< Deuteronomy 34 >>
Deuteronomy 34 Greek OT: Septuagint with Diacritics
 

1καὶ ἀνέβη μωυσῆς ἀπὸ αραβωθ μωαβ ἐπὶ τὸ ὄρος ναβαυ ἐπὶ κορυφὴν φασγα ἥ ἐστιν ἐπὶ προσώπου ιεριχω καὶ ἔδειξεν αὐτῷ κύριος πᾶσαν τὴν γῆν γαλααδ ἕως δαν 2καὶ πᾶσαν τὴν γῆν νεφθαλι καὶ πᾶσαν τὴν γῆν εφραιμ καὶ μανασση καὶ πᾶσαν τὴν γῆν ιουδα ἕως τῆς θαλάσσης τῆς ἐσχάτης 3καὶ τὴν ἔρημον καὶ τὰ περίχωρα ιεριχω πόλιν φοινίκων ἕως σηγωρ 4καὶ εἶπεν κύριος πρὸς μωυσῆν αὕτη ἡ γῆ ἣν ὤμοσα αβρααμ καὶ ισαακ καὶ ιακωβ λέγων τῷ σπέρματι ὑμῶν δώσω αὐτήν καὶ ἔδειξα αὐτὴν τοῖς ὀφθαλμοῖς σου καὶ ἐκεῖ οὐκ εἰσελεύσῃ 5καὶ ἐτελεύτησεν μωυσῆς οἰκέτης κυρίου ἐν γῇ μωαβ διὰ ῥήματος κυρίου 6καὶ ἔθαψαν αὐτὸν ἐν γαι ἐν γῇ μωαβ ἐγγὺς οἴκου φογωρ καὶ οὐκ οἶδεν οὐδεὶς τὴν ταφὴν αὐτοῦ ἕως τῆς ἡμέρας ταύτης 7μωυσῆς δὲ ἦν ἑκατὸν καὶ εἴκοσι ἐτῶν ἐν τῷ τελευτᾶν αὐτόν οὐκ ἠμαυρώθησαν οἱ ὀφθαλμοὶ αὐτοῦ οὐδὲ ἐφθάρησαν τὰ χελύνια αὐτοῦ 8καὶ ἔκλαυσαν οἱ υἱοὶ ισραηλ τὸν μωυσῆν ἐν αραβωθ μωαβ ἐπὶ τοῦ ιορδάνου κατὰ ιεριχω τριάκοντα ἡμέρας καὶ συνετελέσθησαν αἱ ἡμέραι πένθους κλαυθμοῦ μωυσῆ

9καὶ ἰησοῦς υἱὸς ναυη ἐνεπλήσθη πνεύματος συνέσεως ἐπέθηκεν γὰρ μωυσῆς τὰς χεῖρας αὐτοῦ ἐπ' αὐτόν καὶ εἰσήκουσαν αὐτοῦ οἱ υἱοὶ ισραηλ καὶ ἐποίησαν καθότι ἐνετείλατο κύριος τῷ μωυσῇ 10καὶ οὐκ ἀνέστη ἔτι προφήτης ἐν ισραηλ ὡς μωυσῆς ὃν ἔγνω κύριος αὐτὸν πρόσωπον κατὰ πρόσωπον 11ἐν πᾶσι τοῖς σημείοις καὶ τέρασιν ὃν ἀπέστειλεν αὐτὸν κύριος ποιῆσαι αὐτὰ ἐν γῇ αἰγύπτῳ φαραω καὶ τοῖς θεράπουσιν αὐτοῦ καὶ πάσῃ τῇ γῇ αὐτοῦ 12τὰ θαυμάσια τὰ μεγάλα καὶ τὴν χεῖρα τὴν κραταιάν ἃ ἐποίησεν μωυσῆς ἔναντι παντὸς ισραηλ .


<< Deuteronomy 34 >>
The Septuagint / LXX / Greek Old Testament has been made available through the hard work of several organizations, including the University of Pensylvania CCAT, German Bible Society, and Unbound Bible. The text has been made available for scholarly, non-commercial applications. Please see the complete user declaration.

For comparative study, where possible, chapter and verse numbers on Biblos.com sites are mapped to the traditional convention used by the KJV, NASB, NIV and others.

Biblos.com Online Bible