2 Chronicles 1

<< 2 Chronicles 1 >>
2 Chronicles 1 Greek OT: Septuagint with Diacritics
 

1καὶ ἐνίσχυσεν σαλωμων υἱὸς δαυιδ ἐπὶ τὴν βασιλείαν αὐτοῦ καὶ κύριος ὁ θεὸς αὐτοῦ μετ' αὐτοῦ καὶ ἐμεγάλυνεν αὐτὸν εἰς ὕψος

2καὶ εἶπεν σαλωμων πρὸς πάντα ισραηλ τοῖς χιλιάρχοις καὶ τοῖς ἑκατοντάρχοις καὶ τοῖς κριταῖς καὶ πᾶσιν τοῖς ἄρχουσιν ἐναντίον ισραηλ τοῖς ἄρχουσι τῶν πατριῶν 3καὶ ἐπορεύθη σαλωμων καὶ πᾶσα ἡ ἐκκλησία μετ' αὐτοῦ εἰς τὴν ὑψηλὴν τὴν ἐν γαβαων οὗ ἐκεῖ ἦν ἡ σκηνὴ τοῦ μαρτυρίου τοῦ θεοῦ ἣν ἐποίησεν μωυσῆς παῖς κυρίου ἐν τῇ ἐρήμῳ 4ἀλλὰ κιβωτὸν τοῦ θεοῦ ἀνήνεγκεν δαυιδ ἐκ πόλεως καριαθιαριμ ὅτι ἡτοίμασεν αὐτῇ σκηνὴν εἰς ιερουσαλημ 5καὶ τὸ θυσιαστήριον τὸ χαλκοῦν ὃ ἐποίησεν βεσελεηλ υἱὸς ουριου υἱοῦ ωρ ἐκεῖ ἦν ἔναντι τῆς σκηνῆς κυρίου καὶ ἐξεζήτησεν αὐτὸ σαλωμων καὶ ἡ ἐκκλησία 6καὶ ἀνήνεγκεν ἐκεῖ σαλωμων ἐπὶ τὸ θυσιαστήριον τὸ χαλκοῦν ἐνώπιον κυρίου τὸ ἐν τῇ σκηνῇ καὶ ἀνήνεγκεν ἐπ' αὐτὸ ὁλοκαύτωσιν χιλίαν

7ἐν τῇ νυκτὶ ἐκείνῃ ὤφθη ὁ θεὸς τῷ σαλωμων καὶ εἶπεν αὐτῷ αἴτησαι τί σοι δῶ

8καὶ εἶπεν σαλωμων πρὸς τὸν θεόν σὺ ἐποίησας μετὰ δαυιδ τοῦ πατρός μου ἔλεος μέγα καὶ ἐβασίλευσάς με ἀντ' αὐτοῦ 9καὶ νῦν κύριε ὁ θεός πιστωθήτω τὸ ὄνομά σου ἐπὶ δαυιδ πατέρα μου ὅτι σὺ ἐβασίλευσάς με ἐπὶ λαὸν πολὺν ὡς ὁ χοῦς τῆς γῆς 10νῦν σοφίαν καὶ σύνεσιν δός μοι καὶ ἐξελεύσομαι ἐνώπιον τοῦ λαοῦ τούτου καὶ εἰσελεύσομαι ὅτι τίς κρινεῖ τὸν λαόν σου τὸν μέγαν τοῦτον 11καὶ εἶπεν ὁ θεὸς πρὸς σαλωμων ἀνθ' ὧν ἐγένετο τοῦτο ἐν τῇ καρδίᾳ σου καὶ οὐκ ᾐτήσω πλοῦτον χρημάτων οὐδὲ δόξαν οὐδὲ τὴν ψυχὴν τῶν ὑπεναντίων καὶ ἡμέρας πολλὰς οὐκ ᾐτήσω καὶ ᾔτησας σεαυτῷ σοφίαν καὶ σύνεσιν ὅπως κρίνῃς τὸν λαόν μου ἐφ' ὃν ἐβασίλευσά σε ἐπ' αὐτόν 12τὴν σοφίαν καὶ τὴν σύνεσιν δίδωμί σοι καὶ πλοῦτον καὶ χρήματα καὶ δόξαν δώσω σοι ὡς οὐκ ἐγενήθη ὅμοιός σοι ἐν τοῖς βασιλεῦσι τοῖς ἔμπροσθέ σου καὶ μετὰ σὲ οὐκ ἔσται οὕτως 13καὶ ἦλθεν σαλωμων ἐκ βαμα τῆς ἐν γαβαων εἰς ιερουσαλημ ἀπὸ προσώπου σκηνῆς μαρτυρίου καὶ ἐβασίλευσεν ἐπὶ ισραηλ

14καὶ συνήγαγεν σαλωμων ἅρματα καὶ ἱππεῖς καὶ ἐγένοντο αὐτῷ χίλια καὶ τετρακόσια ἅρματα καὶ δώδεκα χιλιάδες ἱππέων καὶ κατέλιπεν αὐτὰ ἐν πόλεσιν τῶν ἁρμάτων καὶ ὁ λαὸς μετὰ τοῦ βασιλέως ἐν ιερουσαλημ 15καὶ ἔθηκεν ὁ βασιλεὺς τὸ χρυσίον καὶ τὸ ἀργύριον ἐν ιερουσαλημ ὡς λίθους καὶ τὰς κέδρους ἐν τῇ ιουδαίᾳ ὡς συκαμίνους τὰς ἐν τῇ πεδινῇ εἰς πλῆθος 16καὶ ἡ ἔξοδος τῶν ἵππων τῶν σαλωμων ἐξ αἰγύπτου καὶ ἡ τιμὴ τῶν ἐμπόρων τοῦ βασιλέως ἐμπορεύεσθαι ἠγόραζον 17καὶ ἀνέβαινον καὶ ἐξῆγον ἐξ αἰγύπτου ἅρμα ἓν ἑξακοσίων ἀργυρίου καὶ ἵππον ἑκατὸν καὶ πεντήκοντα καὶ οὕτως πᾶσιν τοῖς βασιλεῦσιν τῶν χετταίων καὶ βασιλεῦσιν συρίας ἐν χερσὶν αὐτῶν ἔφερον


<< 2 Chronicles 1 >>
The Septuagint / LXX / Greek Old Testament has been made available through the hard work of several organizations, including the University of Pensylvania CCAT, German Bible Society, and Unbound Bible. The text has been made available for scholarly, non-commercial applications. Please see the complete user declaration.

For comparative study, where possible, chapter and verse numbers on Biblos.com sites are mapped to the traditional convention used by the KJV, NASB, NIV and others.

Biblos.com Online Bible