1 Chronicles 19

<< 1 Chronicles 19 >>
1 Chronicles 19 Greek OT: Septuagint with Diacritics
 

1καὶ ἐγένετο μετὰ ταῦτα ἀπέθανεν ναας βασιλεὺς υἱῶν αμμων καὶ ἐβασίλευσεν αναν υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ 2καὶ εἶπεν δαυιδ ποιήσω ἔλεος μετὰ αναν υἱοῦ ναας ὡς ἐποίησεν ὁ πατὴρ αὐτοῦ μετ' ἐμοῦ ἔλεος καὶ ἀπέστειλεν ἀγγέλους δαυιδ τοῦ παρακαλέσαι αὐτὸν περὶ τοῦ πατρὸς αὐτοῦ καὶ ἦλθον παῖδες δαυιδ εἰς γῆν υἱῶν αμμων τοῦ παρακαλέσαι αὐτόν 3καὶ εἶπον ἄρχοντες αμμων πρὸς αναν μὴ δοξάζων δαυιδ τὸν πατέρα σου ἐναντίον σου ἀπέστειλέν σοι παρακαλοῦντας οὐχ ὅπως ἐξερευνήσωσιν τὴν πόλιν τοῦ κατασκοπῆσαι τὴν γῆν ἦλθον παῖδες αὐτοῦ πρὸς σέ 4καὶ ἔλαβεν αναν τοὺς παῖδας δαυιδ καὶ ἐξύρησεν αὐτοὺς καὶ ἀφεῖλεν τῶν μανδυῶν αὐτῶν τὸ ἥμισυ ἕως τῆς ἀναβολῆς καὶ ἀπέστειλεν αὐτούς 5καὶ ἦλθον ἀπαγγεῖλαι τῷ δαυιδ περὶ τῶν ἀνδρῶν καὶ ἀπέστειλεν εἰς ἀπάντησιν αὐτοῖς ὅτι ἦσαν ἠτιμωμένοι σφόδρα καὶ εἶπεν ὁ βασιλεύς καθίσατε ἐν ιεριχω ἕως τοῦ ἀνατεῖλαι τοὺς πώγωνας ὑμῶν καὶ ἀνακάμψατε

6καὶ εἶδον οἱ υἱοὶ αμμων ὅτι ᾐσχύνθη λαὸς δαυιδ καὶ ἀπέστειλεν αναν καὶ οἱ υἱοὶ αμμων χίλια τάλαντα ἀργυρίου τοῦ μισθώσασθαι ἑαυτοῖς ἐκ συρίας μεσοποταμίας καὶ ἐκ συρίας μοοχα καὶ ἐκ σωβα ἅρματα καὶ ἱππεῖς 7καὶ ἐμισθώσαντο ἑαυτοῖς δύο καὶ τριάκοντα χιλιάδας ἁρμάτων καὶ τὸν βασιλέα μωχα καὶ τὸν λαὸν αὐτοῦ καὶ ἦλθον καὶ παρενέβαλον κατέναντι μαιδαβα καὶ οἱ υἱοὶ αμμων συνήχθησαν ἐκ τῶν πόλεων αὐτῶν καὶ ἦλθον εἰς τὸ πολεμῆσαι 8καὶ ἤκουσεν δαυιδ καὶ ἀπέστειλεν τὸν ιωαβ καὶ πᾶσαν τὴν στρατιὰν τῶν δυνατῶν 9καὶ ἐξῆλθον οἱ υἱοὶ αμμων καὶ παρατάσσονται εἰς πόλεμον παρὰ τὸν πυλῶνα τῆς πόλεως καὶ οἱ βασιλεῖς οἱ ἐλθόντες παρενέβαλον καθ' ἑαυτοὺς ἐν τῷ πεδίῳ

10καὶ εἶδεν ιωαβ ὅτι γεγόνασιν ἀντιπρόσωποι τοῦ πολεμεῖν πρὸς αὐτὸν κατὰ πρόσωπον καὶ ἐξόπισθεν καὶ ἐξελέξατο ἐκ παντὸς νεανίου ἐξ ισραηλ καὶ παρετάξαντο ἐναντίον τοῦ σύρου 11καὶ τὸ κατάλοιπον τοῦ λαοῦ ἔδωκεν ἐν χειρὶ αβεσσα ἀδελφοῦ αὐτοῦ καὶ παρετάξαντο ἐξ ἐναντίας υἱῶν αμμων 12καὶ εἶπεν ἐὰν κρατήσῃ ὑπὲρ ἐμὲ σύρος καὶ ἔσῃ μοι εἰς σωτηρίαν καὶ ἐὰν υἱοὶ αμμων κρατήσωσιν ὑπὲρ σέ καὶ σώσω σε 13ἀνδρίζου καὶ ἐνισχύσωμεν περὶ τοῦ λαοῦ ἡμῶν καὶ περὶ τῶν πόλεων τοῦ θεοῦ ἡμῶν καὶ κύριος τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς αὐτοῦ ποιήσει 14καὶ παρετάξατο ιωαβ καὶ ὁ λαὸς ὁ μετ' αὐτοῦ κατέναντι σύρων εἰς πόλεμον καὶ ἔφυγον ἀπ' αὐτοῦ 15καὶ οἱ υἱοὶ αμμων εἶδον ὅτι ἔφυγον σύροι καὶ ἔφυγον καὶ αὐτοὶ ἀπὸ προσώπου ιωαβ καὶ ἀπὸ προσώπου αβεσσα τοῦ ἀδελφοῦ αὐτοῦ καὶ ἦλθον εἰς τὴν πόλιν καὶ ἦλθεν ιωαβ εἰς ιερουσαλημ

16καὶ εἶδεν σύρος ὅτι ἐτροπώσατο αὐτὸν ισραηλ καὶ ἀπέστειλεν ἀγγέλους καὶ ἐξήγαγον τὸν σύρον ἐκ τοῦ πέραν τοῦ ποταμοῦ καὶ σωφαχ ἀρχιστράτηγος δυνάμεως αδρααζαρ ἔμπροσθεν αὐτῶν 17καὶ ἀπηγγέλη τῷ δαυιδ καὶ συνήγαγεν τὸν πάντα ισραηλ καὶ διέβη τὸν ιορδάνην καὶ ἦλθεν ἐπ' αὐτοὺς καὶ παρετάξατο ἐπ' αὐτούς καὶ παρατάσσεται σύρος ἐξ ἐναντίας δαυιδ καὶ ἐπολέμησαν αὐτόν 18καὶ ἔφυγεν σύρος ἀπὸ προσώπου δαυιδ καὶ ἀπέκτεινεν δαυιδ ἀπὸ τοῦ σύρου ἑπτὰ χιλιάδας ἁρμάτων καὶ τεσσαράκοντα χιλιάδας πεζῶν καὶ τὸν σωφαχ ἀρχιστράτηγον δυνάμεως ἀπέκτεινεν 19καὶ εἶδον παῖδες αδρααζαρ ὅτι ἐπταίκασιν ἀπὸ προσώπου ισραηλ καὶ διέθεντο μετὰ δαυιδ καὶ ἐδούλευσαν αὐτῷ καὶ οὐκ ἠθέλησεν σύρος τοῦ βοηθῆσαι τοῖς υἱοῖς αμμων ἔτι


<< 1 Chronicles 19 >>
The Septuagint / LXX / Greek Old Testament has been made available through the hard work of several organizations, including the University of Pensylvania CCAT, German Bible Society, and Unbound Bible. The text has been made available for scholarly, non-commercial applications. Please see the complete user declaration.

For comparative study, where possible, chapter and verse numbers on Biblos.com sites are mapped to the traditional convention used by the KJV, NASB, NIV and others.

Biblos.com Online Bible